Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.19 Dem. 8.21 (English) >>Dem. 8.26

8.20εἰ γάρ τις ἔροιτο Φίλιππον, “εἰπέ μοι, πότερʼ ἂν βούλοιο τούτους τοὺς στρατιώτας οὓς Διοπείθης νῦν ἔχει, τοὺς ὁποιουστινασοῦν (οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν καὶ παρʼ Ἀθηναίοις εὐδοξεῖν καὶ πλείους γίγνεσθαι τῆς πόλεως συναγωνιζομένης, διαβαλλόντων τινῶν καὶ κατηγορούντων διασπασθῆναι καὶ διαφθαρῆναι;” ταῦτʼ ἂν οἶμαι φήσειεν. εἶθʼ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθʼ ἡμῶν τινες ἐνθάδε πράττουσιν; εἶτʼ ἔτι ζητεῖτε πόθεν τὰ τῆς πόλεως ἀπόλωλεν ἅπαντα;

8.21βούλομαι τοίνυν ὑμᾶς μετὰ παρρησίας ἐξετάσαι τὰ παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν αὐτοὶ νῦν καὶ ὅπως χρώμεθʼ αὐτοῖς. ἡμεῖς οὔτε χρήματʼ εἰσφέρειν βουλόμεθα, οὔτʼ αὐτοὶ στρατεύεσθαι, οὔτε τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις Διοπείθει δίδομεν, οὔθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐπαινοῦμεν, 8.22ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ τί μέλλει ποιεῖν, καὶ πάντα τὰ τοιαυτί, οὔτʼ, ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερʼ αὐτῶν πράττειν ἐθέλομεν, ἀλλʼ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξιʼ ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα. 8.23ὑμεῖς μὲν τοίνυν εἰώθαθʼ ἑκάστοτε τὸν παριόντʼ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν; ἐγὼ δʼ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν; εἰ γὰρ μήτʼ εἰσοίσετε, μήτʼ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερʼ αὐτῶν πράττειν ἐθελήσετε, οὐκ ἔχω τί λέγω. οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθαι, —τί ἄν τις λέγοι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.19 Dem. 8.21 (English) >>Dem. 8.26

Powered by PhiloLogic